<?xml version="1.0" encoding="UTF-8"?>
<item xmlns="http://omeka.org/schemas/omeka-xml/v5" itemId="271" public="1" featured="0" xmlns:xsi="http://www.w3.org/2001/XMLSchema-instance" xsi:schemaLocation="http://omeka.org/schemas/omeka-xml/v5 http://omeka.org/schemas/omeka-xml/v5/omeka-xml-5-0.xsd" uri="https://ships.lib.virginia.edu/items/show/271?output=omeka-xml" accessDate="2026-06-08T20:51:53+00:00">
  <itemType itemTypeId="1">
    <name>Document</name>
    <description>A resource containing textual data.  Note that facsimiles or images of texts are still of the genre text.</description>
    <elementContainer>
      <element elementId="1">
        <name>Text</name>
        <description>Any textual data included in the document.</description>
        <elementTextContainer>
          <elementText elementTextId="679">
            <text>  Ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι·&#13;
ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα, (485)&#13;
ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·&#13;
οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·&#13;
πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω,&#13;
οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ’ εἶεν,&#13;
φωνὴ δ’ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,  (490)&#13;
εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο&#13;
θυγατέρες μνησαίαθ’ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·&#13;
ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.&#13;
  &lt;span id="section1"&gt;Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον&lt;/span&gt; &#13;
Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, &lt;span class="line-number"&gt;(495)&lt;/span&gt;&#13;
οἵ θ’ &lt;span class="neatline-span blue" slug="hyria"&gt;Ὑρίην&lt;/span&gt; ἐνέμοντο καὶ &lt;span class="neatline-span blue" slug="aulis"&gt;Αὐλίδα&lt;/span&gt; πετρήεσσαν&#13;
&lt;span class="neatline-span blue" slug="eteonos"&gt;Σχοῖνόν&lt;/span&gt; τε &lt;span class="neatline-span blue" slug="schoinos"&gt;Σκῶλόν&lt;/span&gt; τε πολύκνημόν τ’ &lt;span class="neatline-span blue" slug="skolos"&gt;Ἐτεωνόν&lt;/span&gt;,&#13;
&lt;span class="neatline-span blue" slug="thespeia"&gt;Θέσπειαν&lt;/span&gt; &lt;span class="neatline-span blue" slug="graia"&gt;Γραῖάν&lt;/span&gt; τε καὶ εὐρύχορον &lt;span class="neatline-span blue" slug="mykalessos"&gt;Μυκαλησσόν&lt;/span&gt;,&#13;
οἵ τ’ ἀμφ’ &lt;span class="neatline-span red" slug="harma"&gt;Ἅρμ’&lt;/span&gt; ἐνέμοντο καὶ &lt;span class="neatline-span red" slug="eilesion"&gt;Εἰλέσιον&lt;/span&gt; καὶ &lt;span class="neatline-span red" slug="erythrai"&gt;Ἐρυθράς&lt;/span&gt;,&#13;
οἵ τ’ &lt;span class="neatline-span purple©" slug="eleon"&gt;Ἐλεῶν’&lt;/span&gt; εἶχον ἠδ’ &lt;span class="neatline-span purple" slug="hyle"&gt;Ὕλην&lt;/span&gt; καὶ &lt;span class="neatline-span purple" slug="peteon"&gt;Πετεῶνα&lt;/span&gt;, &lt;span class="line-number"&gt;(500)&lt;/span&gt;&#13;
&lt;span class="neatline-span purple" slug="okalea"&gt;Ὠκαλέην&lt;/span&gt; &lt;span class="neatline-span purple" slug="medeon"&gt;Μεδεῶνά&lt;/span&gt; τ’ ἐϋκτίμενον πτολίεθρον,&#13;
&lt;span class="neatline-span purple" slug="kopai"&gt;Κώπας&lt;/span&gt; &lt;span class="neatline-span purple" slug="eutresis"&gt;Εὔτρησίν&lt;/span&gt; τε πολυτρήρωνά τε &lt;span class="neatline-span purple" slug="thisbe"&gt;Θίσβην&lt;/span&gt;&lt;/span&gt;,&#13;
οἵ τε &lt;span class="neatline-span gold" slug="koroneia"&gt;Κορώνειαν&lt;/span&gt; καὶ ποιήενθ’ &lt;span class="neatline-span gold" slug="haliartos"&gt;Ἁλίαρτον&lt;/span&gt;,&#13;
οἵ τε &lt;span class="neatline-span green" slug="plataia"&gt;Πλάταιαν&lt;/span&gt; ἔχον ἠδ’ οἳ &lt;span class="neatline-span pink" slug="glisa"&gt;Γλισᾶντ’&lt;/span&gt; ἐνέμοντο,&#13;
οἵ θ’ &lt;span class="neatline-span turquoise" slug="thebes"&gt;Ὑποθήβας&lt;/span&gt; εἶχον ἐϋκτίμενον πτολίεθρον, &lt;span class="line-number"&gt;(505)&lt;/span&gt;&#13;
&lt;span class="neatline-span turquoise" slug="onchestos"&gt;Ὀγχηστόν&lt;/span&gt; θ’ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,&#13;
οἵ τε πολυστάφυλον &lt;span class="neatline-span orange" slug="arne"&gt;Ἄρνην&lt;/span&gt; ἔχον, οἵ τε &lt;span class="neatline-span orange" slug="mideia"&gt;Μίδειαν&lt;/span&gt;&#13;
&lt;span class="neatline-span orange" slug="nisa"&gt;Νῖσάν&lt;/span&gt; τε ζαθέην &lt;span class="neatline-span orange" slug="anthedon"&gt;Ἀνθηδόνα&lt;/span&gt; τ’ ἐσχατόωσαν·&#13;
τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ&#13;
κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.  &lt;span class="line-number"&gt;(510)&lt;/span&gt;&#13;
  Οἳ δ’ Ἀσπληδόνα ναῖον ἰδ’ Ὀρχομενὸν Μινύειον,&#13;
τῶν ἦρχ’ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος&#13;
οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,&#13;
παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα&#13;
Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ· (515)&#13;
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.&#13;
  Αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον&#13;
υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,&#13;
οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν&#13;
Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, (520)&#13;
οἵ τ’ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,&#13;
οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,&#13;
οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·&#13;
τοῖς δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.&#13;
οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,  (525)&#13;
Βοιωτῶν δ’ ἔμπλην ἐπ’ ἀριστερὰ θωρήσσοντο.&#13;
  Λοκρῶν δ’ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας&#13;
μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας&#13;
ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,&#13;
ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·  (530)&#13;
οἳ Κῦνόν τ’ ἐνέμοντ’ Ὀπόεντά τε Καλλίαρόν τε&#13;
Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς&#13;
Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·&#13;
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο&#13;
Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. (535)&#13;
  Οἳ δ’ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες&#13;
Χαλκίδα τ’ Εἰρέτριάν τε πολυστάφυλόν θ’ Ἱστίαιαν&#13;
Κήρινθόν τ’ ἔφαλον Δίου τ’ αἰπὺ πτολίεθρον,&#13;
οἵ τε Κάρυστον ἔχον ἠδ’ οἳ Στύρα ναιετάασκον,&#13;
τῶν αὖθ’ ἡγεμόνευ’ Ἐλεφήνωρ ὄζος Ἄρηος  (540)&#13;
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.&#13;
τῷ δ’ ἅμ’ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες&#13;
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι&#13;
θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·&#13;
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.  (545)&#13;
  Οἳ δ’ ἄρ’ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον&#13;
δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ’ Ἀθήνη&#13;
θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,&#13;
κὰδ δ’ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·&#13;
ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται  (550)&#13;
κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·&#13;
τῶν αὖθ’ ἡγεμόνευ’ υἱὸς Πετεῶο Μενεσθεύς.&#13;
τῷ δ’ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ’ ἀνὴρ&#13;
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·&#13;
Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν· (555)&#13;
τῷ δ’ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο. &#13;
  Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,&#13;
στῆσε δ’ ἄγων ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες.&#13;
  Οἳ δ’ &lt;span class="neatline-span blue" slug="argos"&gt;Ἄργός&lt;/span&gt; τ’ εἶχον &lt;span class="neatline-span blue" slug="tiryns"&gt;Τίρυνθά&lt;/span&gt; τε τειχιόεσσαν&#13;
&lt;span class="neatline-span blue" slug="hermione"&gt;Ἑρμιόνην&lt;/span&gt; &lt;span class="neatline-span blue" slug="asine"&gt;Ἀσίνην&lt;/span&gt; τε, βαθὺν κατὰ κόλπον ἐχούσας,  (560)&#13;
&lt;span class="neatline-span blue" slug="troizen"&gt;Τροιζῆν’&lt;/span&gt; &lt;span class="neatline-span blue" slug="eionai"&gt;Ἠϊόνας&lt;/span&gt; τε καὶ ἀμπελόεντ’ &lt;span class="neatline-span blue" slug="epidauros"&gt;Ἐπίδαυρον&lt;/span&gt;,&#13;
οἵ τ’ ἔχον &lt;span class="neatline-span red" slug="aigina"&gt;Αἴγιναν&lt;/span&gt; &lt;span class="neatline-span red" slug="mases"&gt;Μάσητά&lt;/span&gt; τε κοῦροι Ἀχαιῶν,&#13;
τῶν αὖθ’ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης&#13;
καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·&#13;
τοῖσι δ’ ἅμ’ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς (565)&#13;
Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·&#13;
συμπάντων δ’ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·&#13;
τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.&#13;
  Οἳ δὲ &lt;span class="neatline-span purple" slug="mykenai"&gt;Μυκήνας&lt;/span&gt; εἶχον ἐϋκτίμενον πτολίεθρον&#13;
ἀφνειόν τε &lt;span class="neatline-span purple" slug="korinth"&gt;Κόρινθον&lt;/span&gt; ἐϋκτιμένας τε &lt;span class="neatline-span purple" slug="kleonai"&gt;Κλεωνάς&lt;/span&gt;,  (570)&#13;
&lt;span class="neatline-span gold" slug="orneai"&gt;Ὀρνειάς&lt;/span&gt; τ’ ἐνέμοντο &lt;span class="neatline-span gold" slug="araithyrea"&gt;Ἀραιθυρέην&lt;/span&gt; τ’ ἐρατεινὴν&#13;
καὶ &lt;span class="neatline-span gold" slug="sikyon"&gt;Σικυῶν’&lt;/span&gt;, ὅθ’ ἄρ’ Ἄδρηστος πρῶτ’ ἐμβασίλευεν,&#13;
οἵ θ’ &lt;span class="neatline-span green" slug="hyperesia"&gt;Ὑπερησίην&lt;/span&gt; τε καὶ αἰπεινὴν &lt;span class="neatline-span green" slug="gonoessa"&gt;Γονόεσσαν&lt;/span&gt;&#13;
&lt;span class="neatline-span green" slug="pellene"&gt;Πελλήνην&lt;/span&gt; τ’ εἶχον ἠδ’ &lt;span class="neatline-span orange" slug="aigion"&gt;Αἴγιον&lt;/span&gt; ἀμφενέμοντο&#13;
Αἰγιαλόν τ’ ἀνὰ πάντα καὶ ἀμφ’ &lt;span class="neatline-span orange" slug="helike"&gt;Ἑλίκην&lt;/span&gt; εὐρεῖαν,  (575)&#13;
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων&#13;
Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι&#13;
λαοὶ ἕποντ’· ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν&#13;
κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν&#13;
οὕνεκ’ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.  (580)&#13;
  Οἳ δ’ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,&#13;
Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην, &#13;
Βρυσειάς τ’ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,&#13;
οἵ τ’ ἄρ’ Ἀμύκλας εἶχον Ἕλος τ’ ἔφαλον πτολίεθρον,&#13;
οἵ τε Λάαν εἶχον ἠδ’ Οἴτυλον ἀμφενέμοντο,  (585)&#13;
τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος&#13;
ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·&#13;
ἐν δ’ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς&#13;
ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ&#13;
τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε. (590)&#13;
  Οἳ δὲ Πύλον τ’ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν&#13;
καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ&#13;
καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον&#13;
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι&#13;
ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς  (595)&#13;
Οἰχαλίηθεν ἰόντα παρ’ Εὐρύτου Οἰχαλιῆος·&#13;
στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ&#13;
Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·&#13;
αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν&#13;
θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·  (600)&#13;
τῶν αὖθ’ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·&#13;
τῷ δ’ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. &#13;
  Οἳ δ’ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ&#13;
Αἰπύτιον παρὰ τύμβον ἵν’ ἀνέρες ἀγχιμαχηταί,&#13;
οἳ Φενεόν τ’ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον (605)&#13;
Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην&#13;
καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν&#13;
Στύμφηλόν τ’ εἶχον καὶ Παρρασίην ἐνέμοντο,&#13;
τῶν ἦρχ’ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ&#13;
ἑξήκοντα νεῶν· πολέες δ’ ἐν νηῒ ἑκάστῃ (610)&#13;
Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.&#13;
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων&#13;
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον&#13;
Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.&#13;
  Οἳ δ’ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον  (615)&#13;
ὅσσον ἐφ’ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα&#13;
πέτρη τ’ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,&#13;
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ’ ἀνδρὶ ἑκάστῳ&#13;
νῆες ἕποντο θοαί, πολέες δ’ ἔμβαινον Ἐπειοί.&#13;
τῶν μὲν ἄρ’ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην  (620)&#13;
υἷες ὃ μὲν Κτεάτου, ὃ δ’ ἄρ’ Εὐρύτου, Ἀκτορίωνε·&#13;
τῶν δ’ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·&#13;
τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς&#13;
υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.&#13;
   Οἳ δ’ ἐκ Δουλιχίοιο Ἐχινάων θ’ ἱεράων  (625)&#13;
νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,&#13;
τῶν αὖθ’ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ &#13;
Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,&#13;
ὅς ποτε Δουλίχιον δ’ ἀπενάσσατο πατρὶ χολωθείς·&#13;
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.  (630)&#13;
  Αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,&#13;
οἵ ῥ’ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον&#13;
καὶ Κροκύλει’ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,&#13;
οἵ τε Ζάκυνθον ἔχον ἠδ’ οἳ Σάμον ἀμφενέμοντο,&#13;
οἵ τ’ ἤπειρον ἔχον ἠδ’ ἀντιπέραι’ ἐνέμοντο· (635)&#13;
τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·&#13;
τῷ δ’ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.&#13;
  Αἰτωλῶν δ’ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,&#13;
οἳ Πλευρῶν’ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην&#13;
Χαλκίδα τ’ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·  (640)&#13;
οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,&#13;
οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·&#13;
τῷ δ’ ἐπὶ πάντ’ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·&#13;
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.&#13;
  Κρητῶν δ’ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, (645)&#13;
οἳ Κνωσόν τ’ εἶχον Γόρτυνά τε τειχιόεσσαν,&#13;
Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον&#13;
Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας, &#13;
ἄλλοι θ’ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.&#13;
τῶν μὲν ἄρ’ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε  (650)&#13;
Μηριόνης τ’ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·&#13;
τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.&#13;
  Τληπόλεμος δ’ Ἡρακλεΐδης ἠΰς τε μέγας τε&#13;
ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,&#13;
οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες (655)&#13;
Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.&#13;
τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,&#13;
ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,&#13;
τὴν ἄγετ’ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος&#13;
πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. (660)&#13;
Τληπόλεμος δ’ ἐπεὶ οὖν τράφ’ ἐνὶ μεγάρῳ εὐπήκτῳ,&#13;
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα&#13;
ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·&#13;
αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ’ ὅ γε λαὸν ἀγείρας&#13;
βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι  (665)&#13;
υἱέες υἱωνοί τε βίης Ἡρακληείης. &#13;
αὐτὰρ ὅ γ’ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·&#13;
τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν&#13;
ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,&#13;
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. (670)&#13;
  Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας&#13;
Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ’ ἄνακτος&#13;
Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε&#13;
τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλεΐωνα·&#13;
ἀλλ’ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός. (675)&#13;
  Οἳ δ’ ἄρα Νίσυρόν τ’ εἶχον Κράπαθόν τε Κάσον τε&#13;
καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,&#13;
τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην&#13;
Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·&#13;
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. (680)&#13;
  Νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,&#13;
οἵ τ’ Ἄλον οἵ τ’ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,&#13;
οἵ τ’ εἶχον Φθίην ἠδ’ Ἑλλάδα καλλιγύναικα,&#13;
Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,&#13;
τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.  (685)&#13;
ἀλλ’ οἵ γ’ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·&#13;
οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·&#13;
κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς&#13;
κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,&#13;
τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας  (690)&#13;
Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,&#13;
κὰδ δὲ Μύνητ’ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,&#13;
υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·&#13;
τῆς ὅ γε κεῖτ’ ἀχέων, τάχα δ’ ἀνστήσεσθαι ἔμελλεν.&#13;
  Οἳ δ’ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα  (695)&#13;
Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,&#13;
ἀγχίαλόν τ’ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,&#13;
τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε&#13;
ζωὸς ἐών· τότε δ’ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.&#13;
τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο  (700)&#13;
καὶ δόμος ἡμιτελής· τὸν δ’ ἔκτανε Δάρδανος ἀνὴρ&#13;
νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.&#13;
οὐδὲ μὲν οὐδ’ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·&#13;
ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος&#13;
Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο (705)&#13;
αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου&#13;
ὁπλότερος γενεῇ· ὁ δ’ ἅμα πρότερος καὶ ἀρείων&#13;
ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ&#13;
δεύονθ’ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·&#13;
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.  (710)&#13;
  Οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην&#13;
Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,&#13;
τῶν ἦρχ’ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν&#13;
Εὔμηλος, τὸν ὑπ’ Ἀδμήτῳ τέκε δῖα γυναικῶν&#13;
Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. (715)&#13;
  Οἳ δ’ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο&#13;
καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,&#13;
τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς&#13;
ἑπτὰ νεῶν· ἐρέται δ’ ἐν ἑκάστῃ πεντήκοντα&#13;
ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι. (720)&#13;
ἀλλ’ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρ’ ἄλγεα πάσχων&#13;
Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν&#13;
ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου· &#13;
ἔνθ’ ὅ γε κεῖτ’ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον&#13;
Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.  (725)&#13;
οὐδὲ μὲν οὐδ’ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·&#13;
ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,&#13;
τόν ῥ’ ἔτεκεν Ῥήνη ὑπ’ Ὀϊλῆϊ πτολιπόρθῳ.&#13;
  Οἳ δ’ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,&#13;
οἵ τ’ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, (730)&#13;
τῶν αὖθ’ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε&#13;
ἰητῆρ’ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·&#13;
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.&#13;
  Οἳ δ’ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,&#13;
οἵ τ’ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,  (735)&#13;
τῶν ἦρχ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·&#13;
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.&#13;
  Οἳ δ’ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,&#13;
Ὄρθην Ἠλώνην τε πόλιν τ’ Ὀλοοσσόνα λευκήν,&#13;
τῶν αὖθ’ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης (740)&#13;
υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·&#13;
τόν ῥ’ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια&#13;
ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,&#13;
τοὺς δ’ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·&#13;
οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος (745)&#13;
υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·&#13;
τοῖς δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.&#13;
  Γουνεὺς δ’ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·&#13;
τῷ δ’ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ&#13;
οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί’ ἔθεντο,  (750)&#13;
οἵ τ’ ἀμφ’ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο&#13;
ὅς ῥ’ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,&#13;
οὐδ’ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,&#13;
ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ’ ἔλαιον·&#13;
ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.  (755)&#13;
  Μαγνήτων δ’ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,&#13;
οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον&#13;
ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,&#13;
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.&#13;
  Οὗτοι ἄρ’ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· (760)&#13;
τίς τὰρ τῶν ὄχ’ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα&#13;
αὐτῶν ἠδ’ ἵππων, οἳ ἅμ’ Ἀτρεΐδῃσιν ἕποντο.&#13;
   Ἵπποι μὲν μέγ’ ἄρισται ἔσαν Φηρητιάδαο,&#13;
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς&#13;
ὄτριχας οἰέτεας σταφύλῃ ἐπὶ νῶτον ἐΐσας· (765)&#13;
τὰς ἐν Πηρείῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων &#13;
ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.&#13;
ἀνδρῶν αὖ μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας&#13;
ὄφρ’ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,&#13;
ἵπποι θ’ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.  (770)&#13;
ἀλλ’ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι&#13;
κεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν&#13;
Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης&#13;
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες&#13;
τόξοισίν θ’· ἵπποι δὲ παρ’ ἅρμασιν οἷσιν ἕκαστος  (775)&#13;
λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον&#13;
ἕστασαν· ἅρματα δ’ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων&#13;
ἐν κλισίῃς· οἳ δ’ ἀρχὸν ἀρηΐφιλον ποθέοντες&#13;
φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.&#13;
  Οἳ δ’ ἄρ’ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο· (780)&#13;
γαῖα δ’ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ&#13;
χωομένῳ ὅτε τ’ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ&#13;
εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·&#13;
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα &#13;
ἐρχομένων· μάλα δ’ ὦκα διέπρησσον πεδίοιο.  (785)&#13;
  Τρωσὶν δ’ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις&#13;
πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·&#13;
οἳ δ’ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι&#13;
πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·&#13;
ἀγχοῦ δ’ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·  (790)&#13;
εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,&#13;
ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς&#13;
τύμβῳ ἐπ’ ἀκροτάτῳ Αἰσυήταο γέροντος,&#13;
δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·&#13;
τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις· (795)&#13;
ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,&#13;
ὥς ποτ’ ἐπ’ εἰρήνης· πόλεμος δ’ ἀλίαστος ὄρωρεν.&#13;
ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,&#13;
ἀλλ’ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·&#13;
λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν (800)&#13;
ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.&#13;
Ἕκτορ σοὶ δὲ μάλιστ’ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·&#13;
πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,&#13;
ἄλλη δ’ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·&#13;
τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει, (805)&#13;
τῶν δ’ ἐξηγείσθω κοσμησάμενος πολιήτας. &#13;
   Ὣς ἔφαθ’, Ἕκτωρ δ’ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,&#13;
αἶψα δ’ ἔλυσ’ ἀγορήν· ἐπὶ τεύχεα δ’ ἐσσεύοντο·&#13;
πᾶσαι δ’ ὠΐγνυντο πύλαι, ἐκ δ’ ἔσσυτο λαὸς&#13;
πεζοί θ’ ἱππῆές τε· πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει.  (810)&#13;
   Ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη&#13;
ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,&#13;
τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,&#13;
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·&#13;
ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ’ ἐπίκουροι.  (815)&#13;
  Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ&#13;
Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι&#13;
λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.&#13;
   Δαρδανίων αὖτ’ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο&#13;
Αἰνείας, τὸν ὑπ’ Ἀγχίσῃ τέκε δῖ’ Ἀφροδίτη  (820)&#13;
Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,&#13;
οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε&#13;
Ἀρχέλοχός τ’ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.&#13;
  Οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης&#13;
ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο  (825)&#13;
Τρῶες, τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς&#13;
Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.&#13;
  Οἳ δ’ Ἀδρήστειάν τ’ εἶχον καὶ δῆμον Ἀπαισοῦ &#13;
καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,&#13;
τῶν ἦρχ’ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ  (830)&#13;
υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων&#13;
ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε&#13;
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι&#13;
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.&#13;
  Οἳ δ’ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο (835)&#13;
καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,&#13;
τῶν αὖθ’ Ὑρτακίδης ἦρχ’ Ἄσιος ὄρχαμος ἀνδρῶν,&#13;
 Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι&#13;
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.&#13;
  Ἱππόθοος δ’ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων (840)&#13;
τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·&#13;
τῶν ἦρχ’ Ἱππόθοός τε Πύλαιός τ’ ὄζος Ἄρηος,&#13;
υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.&#13;
  Αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως&#13;
ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει. (845)&#13;
  Εὔφημος δ’ ἀρχὸς Κικόνων ἦν αἰχμητάων&#13;
υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.&#13;
  Αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους&#13;
τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ’ Ἀξιοῦ εὐρὺ ῥέοντος,&#13;
Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.  (850)&#13;
  Παφλαγόνων δ’ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ&#13;
ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,&#13;
οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο&#13;
ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ’ ἔναιον&#13;
Κρῶμνάν τ’ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.  (855)&#13;
  Αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον&#13;
τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.&#13;
  Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·&#13;
ἀλλ’ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,&#13;
ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο (860)&#13;
ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.&#13;
Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς&#13;
τῆλ’ ἐξ Ἀσκανίης· μέμασαν δ’ ὑσμῖνι μάχεσθαι.&#13;
  Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην&#13;
υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη, (865)&#13;
οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.&#13;
  Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,&#13;
οἳ Μίλητον ἔχον Φθιρῶν τ’ ὄρος ἀκριτόφυλλον&#13;
Μαιάνδρου τε ῥοὰς Μυκάλης τ’ αἰπεινὰ κάρηνα·&#13;
τῶν μὲν ἄρ’ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,  (870)&#13;
Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,&#13;
ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ’ ἴεν ἠΰτε κούρη&#13;
νήπιος, οὐδέ τί οἱ τό γ’ ἐπήρκεσε λυγρὸν ὄλεθρον,&#13;
ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο&#13;
ἐν ποταμῷ, χρυσὸν δ’ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.  (875)&#13;
  Σαρπηδὼν δ’ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων&#13;
τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.</text>
          </elementText>
        </elementTextContainer>
      </element>
    </elementContainer>
  </itemType>
  <elementSetContainer>
    <elementSet elementSetId="1">
      <name>Dublin Core</name>
      <description>The Dublin Core metadata element set is common to all Omeka records, including items, files, and collections. For more information see, http://dublincore.org/documents/dces/.</description>
      <elementContainer>
        <element elementId="50">
          <name>Title</name>
          <description>A name given to the resource</description>
          <elementTextContainer>
            <elementText elementTextId="678">
              <text>The Iliad, Book 2</text>
            </elementText>
          </elementTextContainer>
        </element>
      </elementContainer>
    </elementSet>
  </elementSetContainer>
</item>
